Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.16 Dem. 46.19 (English) >>Dem. 46.22

46.18σκέψασθε τοίνυν καὶ τοὺς νόμους, παρʼ ὧν κελεύουσι τὰς ἐγγύας ποιεῖσθαι, ἵνʼ εἰδῆτε καὶ ἐκ τούτων ὡς κατεσκευασμένης διαθήκης ψευδὴς μάρτυς γέγονε Στέφανος οὑτοσί.Νόμος

ἣν ἂν ἐγγυήσῃ ἐπὶ δικαίοις δάμαρτα εἶναι πατὴρ ἀδελφὸς ὁμοπάτωρ πάππος πρὸς πατρός, ἐκ ταύτης εἶναι παῖδας γνησίους. ἐὰν δὲ μηδεὶς τούτων, ἐὰν μὲν ἐπίκληρός τις , τὸν κύριον ἔχειν, ἐὰν δὲ μὴ , ὅτῳ ἂν ἐπιτρέψῃ, τοῦτον κύριον εἶναι.

46.19οὗτος μὲν τοίνυν νόμος οὓς ἐποίησεν κυρίους εἶναι, ἀκηκόατε· ὅτι δʼ οὐδεὶς ἦν τούτων τῇ μητρί, οἱ ἀντίδικοί μοι αὐτοὶ μεμαρτυρήκασιν. εἰ γὰρ ἦν, παρείχοντʼ ἄν. μάρτυρας μὲν ψευδεῖς οἴεσθʼ ἂν παρασχέσθαι καὶ διαθήκας οὐκ οὔσας, ἀδελφὸν δὲ πάππον πατέρα οὐκ ἄν, εἴπερ ἦν δυνατὸν ἕνεκα χρημάτων; ὁπότε τοίνυν μηδεὶς φαίνεται ζῶν τούτων, τότε ἀνάγκη ἐπίκληρον τὴν μητέρα ἡμῶν εἶναι. τῆς τοίνυν ἐπικλήρου σκοπεῖτε τίνας κελεύουσιν οἱ νόμοι κυρίους εἶναι. 46.20λέγε τὸν νόμον.Νόμος

καὶ ἐὰν ἐξ ἐπικλήρου τις γένηται καὶ ἅμα ἡβήσῃ ἐπὶ δίετες, κρατεῖν τῶν χρημάτων, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί.

οὐκοῦν μὲν νόμος κελεύει τοὺς παῖδας ἡβήσαντας κυρίους τῆς μητρὸς εἶναι, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί. ἐγὼ δὲ φαίνομαι στρατευόμενος καὶ τριηραρχῶν ὑμῖν, ὅτε οὗτος συνῴκησεν τῇ μητρί.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.16 Dem. 46.19 (English) >>Dem. 46.22

Powered by PhiloLogic